Papyrus Köln II 58 (Universität Köln)
|
196a West
. . . . . . . . . . . . . . . . . . .
πάμπαν ἀποσχόμενος·
ἶσον δὲ τολμ[ήσω ^ –
εἰ δ᾽ ὦν ἐπείγεαι καί σε θυμὸς ἰθύει,
ἔστιν ἐν ἡμετέρου
ἣ νῦν μέγ᾽ ἱμείρε[ι σέθεν
καλὴ τέρεινα παρθένος· δοκέω δέ μι[ν
εἶδος ἄμωμον ἔχειν·
τὴν δὴ σὺ ποιή[σαι φίλην.»
τοσαῦτ᾽ ἐφώνει· τὴν δ᾽ ἐγὼ ἀνταμει[βόμην·
«Ἀμφιμεδοῦς θύγατερ,
ἐσθλῆς τε καὶ [περίφρονος
γυναικός, ἣν νῦν γῆ κατ᾽ εὐρώεσσ᾽ ἔ[χει,
τ]έρψιές εἰσι θεῆς
πολλαὶ νέοισιν ἀνδ[ράσιν
παρὲξ τὸ θεῖον χρῆμα· τῶν τις ἀρκέσε[ι.
τ]αῦτα δ᾽ ἐφ᾽ ἡσυχίης
εὖτ᾽ ἂν μελανθη[ – ^ –
ἐ]γώ τε καὶ σὺ σὺν θεῶι βουλεύσομεν.
π]είσομαι ὥς με κέλεαι·
πολλὸν μ᾽ ε[ – x – ^ –
θρ]ιγκοῦ δ᾽ ἔνερθε καὶ πυλέων ὑποφ[λύσαι
μ]ή τι μέγαιρε φίλη·
σχήσω γὰρ ἐς ποη[φόρους
κ]ήπους· τὸ δὴ νῦν γνῶθι. Νεοβούλη[ν
ἄ]λλος ἀνὴρ ἐχέτω·
αἰαῖ, πέπειρα, δὶς τόση,
ἄν]θος δ᾽ ἀπερρύηκε παρθενήϊον
κ]αὶ χάρις ἣ πρὶν ἐπῆν·
κόρον γὰρ οὐ κ[ατέσχε πω,
ἥβ]ης δὲ μέτρ᾽ ἔφηνε μαινόλις γυνή.
ἐς] κόρακας ἄπεχε·
μὴ τοῦτ᾽ ἐφοῖτ᾽ ἀν[ – ^ –
ὅ]πως ἐγὼ γυναῖκα τ[ο]ιαύτην ἔχων
γεί]τοσι χάρμ᾽ ἔσομαι·
πολλὸν σὲ βούλο[μαι ^ –
σὺ] μὲν γὰρ οὔτ᾽ ἄπιστος οὔτε διπλόη,
ἡ δ]ὲ μάλ᾽ ὀξυτέρη,
πολλοὺς δὲ ποιεῖτα[ι φίλους·
δέ]δοιχ᾽ ὅπως μὴ τυφλὰ κἀλιτήμερα
σπ]ουδῆι ἐπειγόμενος
τὼς ὥσπερ ἡ κ[ύων τέκω.»
τοσ]αῦτ᾽ ἐφώνεον· παρθένον δ᾽ ἐν ἄνθε[σιν
τηλ]εθάεσσι λαβὼν
ἔκλινα· μαλθακῆι δ[έ μιν
χλαί]νηι καλύψας, αὐχέν᾽ ἀγκάληις ἔχω[ν,
δεί]ματι παυ[σ]αμένην
τὼς ὥστε νεβρ[ὸν – ^ –
μαζ]ῶν τε χερσὶν ἠπίως ἐφηψάμην
ἧι πα]ρέφηνε νέον
ἥβης ἐπήλυσιν χρόα
ἅπαν τ]ε σῶμα καλὸν ἀμφαφώμενος
θερμ]ὸν ἀφῆκα μένος
ξανθῆς ἐπιψαύ[ων τριχός.
|